Vai al contenuto

Pagina:AA. VV. - Il rapimento d'Elena e altre opere.djvu/44

Da Wikisource.

o(X )o

Ἥρην μὲν Χαρίτων ἱερὴν ἐνέπουσι τιθήνην,
Φασὶ δὲ κοιρανίην μεθέπειν, καὶ σκῆπτρα φυλάσσειν·
Καὶ πολέμων βασίλειαν ἀεὶ καλέουσιν Ἀθήνην·
90Μούνη Κύπρις ἄναλκις ἔην θεός. οὐ βασιλήων
Κοιρανίην, οὐκ ἔγχος ἀρήϊον, οὐ βέλος ἕλκω.
Ἀλλὰ τί δειμαίνω περιώσιον; ἀντὶ μὲν αἰχμῆς,
Ὡς θοὸν ἔγχος, ἔχουσα μελίφρονα δεσμὸν ἐρώτων·
Κεστὸν ἔχω καὶ κέντρον ἄγω, καὶ τόξον ἀείρω.
95Κεστόν, ὅθεν φιλότητος ἐμῆς ἐμὸν οἶστρον ἑλοῦσαι
Πολλάκις ὠδίνουσι καὶ οὐ θνῄσκουσι γυναῖκες.
     Τοῖον ἐφεσπομένη ῥοδοδάκτυλος ἔννεπε Κύπρις.
Οἱ δ’ ἄρα μυτρῴης ἐρατῆς ἀΐοντες ἐφετμῆς
Φοιτητῆρες Ἔρωτες ἐπερρώοντο τιθήνῃ.
100Ἄρτι μὲν Ἰδαίην ὑπερέδραμεν οὔρεος ἄκρην·
Κουρίζων ἐνόμευε Πάρις πατρώϊα μῆλα,
Ποιμαίνων ἑκάτερθεν ἐπὶ προχοῇσιν Ἀναύρου·
Νόσφι μὲν ἀγρομένων ἀγέλην πεμπάζετο ταύρων,
Νόσφι δὲ βοσκομένων διεμέτρεε πώεα μήλων·
105Καί τις ὀρεσσαύλοιο δορὴ μετόπισθε χιμαίρης
Ἐκκρεμὲς ᾐώρητο, καὶ αὐτῶν ἅπτετο μηρῶν·
Ποιμενίη δ’ ἀπέκειτο βοῶν ἐλάτειρα καλάβροψ,
Τοῖος ἐὼν, σύριγγος ἐς ἤθεα βαιὸς ὁδεύων,
Ἀγροτέρων καλάμων λιγυρὴν ἐδίωκεν ἀοιδήν.