Vai al contenuto

Pagina:AA. VV. - Il rapimento d'Elena e altre opere.djvu/46

Da Wikisource.

o( XII )o

110Πολλάκι δ’ οἰοπόλοισιν ἑνὶ σταθμοῖσιν ἀείδων,
Καὶ ταύρων ἀμέλησε καὶ οὐκ ἐμπάζετο μήλων·
Ἔνθεν ἔχων σύριγγα κατ’ ἤθεα καλὰ νομήων,
Πανὶ καὶ Ἑρμάωνι φίλην ἀνεβάλλετο μολπήν.
Οὐ κύνες ὠρύοντο, καὶ οὐ μυκήσατο ταῦρος·
115Μούνη δ’ ἠνεμόεσσα, βοῆς ἀδίδακτος ἐοῦσα,
Ἰδαίων ὀρέων ἀντίθροος ἴαχεν ἠχώ.
Ταῦροι δὲ χλοερῆς κεκορηότες ὑψόθι ποίης,
Κεκλιμένοι βαρύγουνον ἐπ’ ἰσχίον εὐνάζοντο.
Ὣς ὁ μὲν ὑψελόφοιο φυτῶν ὑπένερθε1 καλύπτρης
120Τηλόθεν Ἑρμάωνα διάκτορον εἶδε λιγαίνων2.
Δειμαίνων δ’ ἀνόρουσε, θεῶν δ’ ἀλέεινεν ὀπωπήν·
Καὶ χορὸν εὐκελάδων δονάκων ἐπὶ φυτοῦ ἐάσας,
Μήπω πολλὰ καμοῦσαν * ἑὴν ἀνέκοπτεν ἀοιδήν.
Τοῖα δὲ δειμαίνοντα προσέννεπε θέσκελος Ἑρμῆς.
     125Τάρβος ἀποῤῥίψας, καὶ πώεα καλὰ μεθήσας,
Δεῦρο θεμιστεύσειας ἐπουρανίῃσι δικάζων,
Δεῦρο διακρίνων προφερέστερον εἶδος ὀπωπῆς3
Φαιδροτέρῃ τόδε μῆλον, ἐπήρατον ἔρνος, ὀπάσσαις.
     Τοῖον ἀνηΰτησεν· ὁ δ’ ἤπιον ὄμμα τανύσσας,
130Ἦκα διακρίνειν πειρήσατο κάλλος ἑκάστης.
Δέρκετο μὲν γλαυκῶν βλεφάρων σέλας, ἔδρακε δειρὴν,



  1. v. 119. ὑπένερθε. Not. ὑποκάτω.
  2. v.120. εἶδε λιγαίνων. Not. ἄειδε κιθαρίζων.
  3. v.127. ὀπωπῆς. Not. θεωρίας.