Pagina:Bonaccorsi - Vangeli apocrifi.pdf/182

Da Wikisource.

— 144 —

νευέ μου. 2. Καὶ ἰδὼν ὁ παρεστὼς ὄχλος ἐθαύμασεν, καὶ εἶπον· ᾿Αληθῶς τὸ παιδίον τοῦτο ἢ θεὸς ἦν ἢ ἄγγελος θεοῦ, ὅτι πᾶς λόγος αὐτοῦ ἔργον ἐστίν ἔτοιμον. Καὶ ἐξῆλθεν ὁ ᾿Ιησοῦς ἐκεῖθεν παίζων μετὰ καὶ ἑτέρων παιδίων.

XVIII.

1. Μετὰ δὲ χρόνον τινὰ οἰκοδομῆς γενομένης καὶ θορύβου μεγάλου, ἵστατο ὁ ᾿Ιησοῦς καὶ ἀπῆλθεν ἕως ἐκεῖ. Καὶ ἰδὼν ἄνθρωπον νεκρὸν κείμενον ἐπελάβετο τῆς χειρὸς αὐτοῦ καὶ εἶπεν· Σοὶ λέγω, ἄνθρωπε, ἀνάστα, ποίει τὸ ἔργον σου. Καὶ εὐθέως ἀναστὰς προσεκύνησεν αὐτόν. 2. Ἰδὼν δὲ ὁ ὄχλος ἐθαύμασεν καὶ εἶπεν· Τοῦτο τὸ παιδίον οὐράνιόν ἐστιν· πολλὰς γὰρ ψυχὰς ἔσωσεν ἐκ θανάτου, καὶ ἔχει σῶσαι ἕως πάσης τῆς ζωῆς αὐτοῦ.