Vai al contenuto

Pagina:AA. VV. - Il rapimento d'Elena e altre opere.djvu/48

Da Wikisource.

o(XIV )o

Χρυσῷ δαιδαλέης, ἐφράσσατο κόσμον ἑκάστης,
Καὶ πτέρνης μετόπισθε, καὶ αὐτῶν ἴχνια ταρσῶν.
Χειρῶν μειδιόωντα δίκης προπάροιθεν ἑλοῦσα
135Τοῖον Ἀλεξάνδρῳ μυθήσατο μῦθον Ἀθήνη·
     Δεῦρο τέκος Πριάμοιο, Διὸς παράκοιτιν ἐάσας
Καὶ θάλαμον βασίλειαν ἀτιμάσας Ἀφροδίτην,
Ἠνορέης ἐπίκουρον ἐπαινήσειας Ἀθήνην.
Φασί σε κοιρανέειν, καὶ Τρώϊον ἄστυ φυλάσσειν·
140Δεῦρό σε τειρομένοισι σαόπτολιν ἀνδράσι θήσω,
Μή ποτέ σοι βαρύμηνις ἐπιβρίσειεν Ἐνυώ.
Πείθεο, καὶ πολέμους τε καὶ ἠνορέην1 σε διδάξω.
     Ὣς ἡ μὲν πολύμητις ἀνηΰτησεν Ἀθήνη.2
Τοῖα δ’ ὑποβλήδην λευκώλενος ἔννεπεν Ἥρη,
     145Εἴ με διακρίνων προφερέστερον ἔρνος ὀπάσσῃς3,
Πάσης ἡμετέρης Ἀσίης ἡγήτορα θήσω.
Ἔργα μόθων ἀθέριζε· τί γὰρ πολέμων βασιλῆϊ;
Κοίρανος ἰφθίμοισι καὶ ἀπτολέμοισι κελεύει.
Οὐκ αἰεὶ θεράποντες ἀριστεύουσιν Ἀθήνης·
150Ὠκύμοροι θνῄσκουσιν ὑποδρηστῆρες Ἐνυοῦς.
     Τοίην κοιρανίην πρωτόθρονος ὤπασεν Ἥρη.4



  1. v. 142. ήνορέην. Not. δύναμιν.
  2. v. 143. ὣς. Not. οὕτως.
    Πολυμήτις. Νot. μεγαλοβουλή.
    ἀνηΰτησαν. Νot. εἶπεν.
  3. v. 145. ὀπάσσῃς. Not. δώσης.
  4. v. 151. κοιρανίην. Νοt. βασιλεῖαν
    ὤπασεν. Νot. ἔταξεν.