Pagina:Bonaccorsi - Vangeli apocrifi.pdf/126

Da Wikisource.

— 88 —

Τί τοῦτο; Καὶ εἶπεν· Τὴν παρθένον ἣν παρέλαβεν ἐκ ναοῦ κυρίου, ἐμίανεν αὐτήν, καὶ ἔκλεψεν τοὺς γάμους αὐτῆς, καὶ οὐκ ἐφανέρωσεν τοῖς υἱοῖς Ισραήλ. Καὶ ἀποκριθεὶς ὁ ἱερεὺς εἶπεν· Ἰωσὴφ τοῦτο ἐποίησεν; Καὶ εἶπεν Ἄννας ὁ γραμματεύς· Ἀπόστειλον ὑπηρέτας, καὶ εὑρήσεις την παρθένον ὀγκωμένην. Καὶ ἀπῆλθον οἱ ὑπηρέται καὶ εὗρον καθῷς εἶπεν, καὶ ἀπήγαγον αὐτὴν ἅμα τῷ Ἰωσὴφ εἰς τό κριτήριον. 3. Καὶ εἶπεν ὁ ἱερεύς· Μαριάμ, τί τοῦτο ἐποίησας; καὶ ἱνατί ἐταπείνωσας τὴν ψυχήν σου καὶ ἐπελάθου κυρίου τοῦ θεοῦ σου; ἡ ἀνατραφεῖσα εἰς τὰ ἅγια τῶν ἁγίων καὶ λαβοῦσα τροφὴν ἐκ χειρὸς ἀγγέλου καὶ ἀκούσασα τῶν ὕμνων1 καὶ χορεύσασα ἐνώπιον αὐτοῦ; τί τοῦτο ἐποίησας; Η δὲ ἔκλαυσεν πικρῶς λέγουσα· Ζῇ κύριος ὁ θεός μου καθότι καθαρά εἰμι ἐνώπιον αὐτοῦ καὶ ἄνδρα οὐ γινώσκω. 4. Καὶ εἶπεν ὁ ἱερεὺς πρὸς Ιωσήφ· Τί τοῦτο ἐποίησας; Καὶ εἶπεν Ιωσήφ· Ζῇ κύριος ὁ θεός μου καθότι καθαρός εἰμι ἐγὼ ἐξ αὐτῆς. Καὶ εἶπεν ὁ ἱερεύς Μή ψευδομαρτύρει ἀλλὰ λέγε τὸ ἀληθές· ἔκλεψας τοὺς γάμους αὐτῆς καὶ οὐκ ἐφανέρωσας τοῖς υἱοῖς

  1. Un gruppo di manoscritti, invece di τῶν ὕμνων, ha τῶν μυστηρίων αὐτοῦ «i suoi misteri».