Pagina:Osservazioni intorno alle vipere.djvu/86

Da Wikisource.
88 OSSERVAZ. INT. ALLE VIPERE

     Ἤτοι ὁ μὲν φλογέη τεθοωμένος ἕνδοθι λύσσῃ
     Μαίνεται εἰς φιλότητα, καὶ ἕγγυθι σύρεται ἀκτῆς
     Πικρὸς ὄφις. τάχα δὲ γλαφυρὴν ἐσκέψατο πέτρην.
     Τῆ δ´ἕνι λοίγιον ἰὸν ἀπήμεσε, πάντα δ´ὀδόντων
     Ἔπτυσε πευκεδανὸν, ζαμενῆ χόλον, ὄλβον ὀλέθρου
     Ὄφρα γάμῳ πρηΰς τε καὶ εὔδεος ἀντήσειε.
     Στὰς δ´ἄρ ἐπὶ ῥηγμῖνος ἑὸν νόμον ἐῤῥοίζησε
     Κικλήσκων φιλότητα. θοῶς δ' ἐσάκουσε κελαινὴ
     Ἰϋγὴν μύραινα, καὶ ἕσσυτο θᾶσσον ὀίστοῦ.
     Ἡ μὲν ἄῤ ἐκ πόντοιο τιταίνεται, αὐτὰρ ὁ πόντου
     Ἐκ γαίης πολιοῖσιν ἐπεμβαίνει ῥοθίοισιν.
     Ἄμφω δ´ἀλλήλοισιν ὁμιλῆσαι μεμαῶτε
     Συμπεσέτην. ἕχιος δὲ κάρη κατέδεκτο χανοῦσα
     Νύμφη φυσιόωσα. γάμω δ'ἐπιγηθήσαντες,
     Ἠ μὲν ἁλὸς πάλιν εἶσι μετ' ἤθεα, τὸν δ'ἐπὶ χέρσον
     Ὁλκὸς ἄγει, κρυερὸν δὲ πάλιν μεταχεύεται ἰὸν
     Λάπτων ὃν πάρος ἧκη καὶ ἑξήφυσσεν ὀδόντων.